Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.97.2 | Hdt. 1.98.4 (English) | >>Hdt. 1.99.2 |
1.98.2 ὁ δʼ ἐκέλευε αὐτοὺς οἰκία τε ἑωυτῷ ἄξια τῆς βασιληίης οἰκοδομῆσαι καὶ κρατῦναι αὐτὸν δορυφόροισι · ποιεῦσι δὴ ταῦτα οἱ Μῆδοι . οἰκοδομέουσί τε γὰρ αὐτῷ οἰκία μεγάλα τε καὶ ἰσχυρά , ἵνα αὐτὸς ἔφρασε τῆς χώρης , καὶ δορυφόρους αὐτῷ ἐπιτρέπουσι ἐκ πάντων Μήδων καταλέξασθαι .
1.98.3 ὁ δὲ ὡς ἔσχε τὴν ἀρχήν , τοὺς Μήδους ἠνάγκασε ἓν πόλισμα ποιήσασθαι καὶ τοῦτο περιστέλλοντας τῶν ἄλλων ἧσσον ἐπιμέλεσθαι . πειθομένων δὲ καὶ ταῦτα τῶν Μήδων οἰκοδομέει τείχεα μεγάλα τε καὶ καρτερὰ ταῦτα τὰ νῦν Ἀγβάτανα κέκληται , ἕτερον ἑτέρῳ κύκλῳ ἐνεστεῶτα .
1.98.4 μεμηχάνηται δὲ οὕτω τοῦτο τὸ τεῖχος ὥστε ὁ ἕτερος τοῦ ἑτέρου κύκλος τοῖσι προμαχεῶσι μούνοισι ἐστι ὑψηλότερος . τὸ μέν κού τι καὶ τὸ χωρίον συμμαχέει κολωνὸς ἐὼν ὥστε τοιοῦτο εἶναι , τὸ δὲ καὶ μᾶλλόν τι ἐπετηδεύθη .
1.98.5 κύκλων δʼ ἐόντων τῶν συναπάντων ἑπτά , ἐν δὴ τῷ τελευταίῳ τὰ βασιλήια ἔνεστι καὶ οἱ θησαυροί . τὸ δʼ αὐτῶν μέγιστόν ἐστι τεῖχος κατὰ τὸν Ἀθηνέων κύκλον μάλιστά κῃ τὸ μέγαθος . τοῦ μὲν δὴ πρώτου κύκλου οἱ προμαχεῶνες εἰσὶ λευκοί , τοῦ δὲ δευτέρου μέλανες , τρίτου δὲ κύκλου φοινίκεοι , τετάρτου δὲ κυάνεοι , πέμπτου δὲ σανδαράκινοι .
1.98.6 οὕτω τῶν πέντε κύκλων οἱ προμαχεῶνες ἠνθισμένοι εἰσὶ φαρμάκοισι · δύο δὲ οἱ τελευταῖοί εἰσὶ ὁ μὲν καταργυρωμένους ὁ δὲ κατακεχρυσωμένους ἔχων τοὺς προμαχεῶνας .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.97.2 | Hdt. 1.98.4 (English) | >>Hdt. 1.99.2 |